Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Αἰμιλιανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Θεῆς καὶ Οὐαλεντίνης. Μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου τοῦ ἐν Ἀμάστριδι. Ὁ ἅγιος μάρτυς Μάρκελλος ἐν κραβάτῳ πυρακτωθέντι ἁπλωθεὶς τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Δάσιος καὶ Μάρων ξίφει τελειοῦνται. Ὁ ὅσιος Παμβὼ ἐν εἰρήνῃ τελειοῦται.