Τῇ Κ' τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ. Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται.