Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰωάσαφ ξίφει τελειωθέντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει αφλς' (1536)