Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφορου, καὶ Ἀνεμποδίστου. Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου, καὶ λοιπῶν Ἁγίων ὀκτώ. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ. Οἱ Ἅγιοι Μάρτυρες Εὐδόξιος καὶ Ἀγάπιος, καὶ ἕτεροι ὀκτὼ πυρὶ τελειοῦνται. Αἱ Ἅγιαι Μάρτυρες Κυριακὴ Δομνῖνα καὶ Δόμνη, ξίφει τελειοῦνται.