BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//Ἱερὰ Μητρόπολη Αὐστρίας -::- Οἰκουμενικὸ Πατριαρχείο//NONSGML kigkonsult.se iCalcreator 2.41.92//
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
UID:37336633-6434-4433-b638-623766303464
X-WR-CALNAME:iCagenda
X-WR-CALDESC:Event Management Extension for Joomla!
X-WR-RELCALID:3E26604A-50F4-4449-8B3E-E4F4932D05B5
X-WR-TIMEZONE:Europe/Vienna
BEGIN:VTIMEZONE
TZID:Europe/Vienna
TZUNTIL:20271031T010000Z
BEGIN:STANDARD
TZNAME:CET
DTSTART:20251026T030000
TZOFFSETFROM:+0200
TZOFFSETTO:+0100
RDATE:20261025T030000
END:STANDARD
BEGIN:DAYLIGHT
TZNAME:CEST
DTSTART:20260329T020000
TZOFFSETFROM:+0100
TZOFFSETTO:+0200
RDATE:20270328T020000
END:DAYLIGHT
END:VTIMEZONE
BEGIN:VEVENT
UID:39353337-3466-4262-a230-333632613965
DTSTAMP:20260405T172323Z
CATEGORIES:Heiligenkalender
CLASS:PUBLIC
DESCRIPTION;ALTREP="CID:<FFFF__=0ABBE548DFE235B58f9e8a93d@coffeebean.com>":
  Βιβλικὰ ἀναγνώσματα\n\nἘωθινὸν εὐαγγέλιον\nἈπόστολος\nΕὐαγγέλιο\n\n Ἐπὶ τ
 ὰς Πηγάς\n5η Ἀπριλίου 2026: Κυριακὴ τῶν Βαΐων\nΛειτουργικὰ κείμενα τῆς ἡμέ
 ρας\n\nΚαθίσματα. Ἦχος δʹ\nΜετὰ κάλδων νοητῶς\, κεκαθαρμένοι τὰς ψυχάς\, ὡ
 ς οἱ Παῖδες τὸν Χριστόν\, ἀνευφημήσωμεν πιστῶς\, μεγαλοφώνως κραυγάζοντες 
 τῷ Δεσπότῃ· Εὐλογημένος εἶ Σωτήρ\, ὁ εἰς τὸν κόσμον ἐλθὼν τοῦ σῶσαι τὸν Ἀδ
 ὰμ ἐκ τῆς ἀρχαίας ἀρᾶς\, πνευματικῶς γενόμενος\, φιλάνθρωπε\, νέος Ἀδὰμ ὡς
  εὐδόκησας\, ὁ πάντα\, Λόγε\, πρὸς τὸ συμφέρον οἰκονομήσας\, δόξα Σοι.\nΤε
 ταρταῖον Λάζαρον\, ἐκ τοῦ μνημείου\, ἀναστήσας\, Κύριε\, πάντας ἐδίδαξας β
 οᾶν μετὰ βαΐων καὶ κλάδων Σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος.\nἘπὶ φίλῳ Σου\,
  Χριστέ\, δάκρυα ῥαίνεις μυστικῶς\, καὶ ἐγείρεις ἐκ νεκρῶν Λάζαρον κείμενο
 ν θνητόν\, ἐν ᾧ συμπάθειαν ἔδειξας φιλανθρώπως· μαθόντα δὲ τὴν Σήν\, παρου
 σίαν\, Σωτήρ\, τὰ πλήθη τῶν βρεφῶν ἐξῆλθον σήμερον ἐν ταῖς χερσὶ κατέχοντα
  Βαΐα\, τὸ Ὡσαννά Σοι κραυγάζοντα· Εὐλογημένος εἶ\, ὅτι τὸν κόσμον\, εἰς τ
 ὸ σῶσαι ἐλήλυθας.\nΔοξαστικόν. Ἦχος α’\nΑἰνέσατε συμφώνως\, οἱ λαοὶ καὶ τὰ
  ἔθνη· ὁ γὰρ Βασιλεὺς τῶν Ἀγγέλων\, ἐπέβη νῦν τῷ πώλῳ\, καὶ ἔρχεται θέλων 
 ἐν Σταυρῷ\, πατάξαι τοὺς ἐχθροὺς ὡς δυνατός· διὰ τοῦτο καὶ οἱ Παῖδες\, μετ
 ὰ Βαΐων\, κράζουσι τὸν ὕμνον· Δόξα Σοι τῷ ἐλθόντι Νικητῇ\, δόξα Σοὶ τῷ Σωτ
 ῆρι Χριστῷ\, δόξα Σοι τῷ εὐλογημένῳ\, μόνῳ Θεῷ ἡμῶν.\nἯχος πλ.δ’\nὉ ἐπὶ θρ
 όνου Χερουβὶμ καὶ ἐπὶ πώλου ἐπικαθίσας διʼ ἡμᾶς καὶ πρὸς τὸ Πάθος τὸ ἑκούσ
 ιον φθάσας σήμερον ἀκούειν τῶν Παίδων\, ἀναβοώντων τὸ Ὡσαννά\, τῶν ὄχλων\,
  ἀναφωνούντων Υἱὲ Δαυΐδ\, σπεῦσον σῶσαι οὓς ἔπλασας\, εὐλογημένε Ἰησοῦ· εἰ
 ς τοῦτο γὰρ ἐλήλυθας\, ὅπως γνῶμεν τὴν δόξαν Σου.\nἈντίφωνα Ἦχος δ’\nἘκ νε
 ότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ Αὐτὸς ἀντιλαβοῦ\, καὶ σῶσον Σωτήρ μ
 ου. (δίς)\nΟἱ μισοῦντες Σιών\, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ\, 
 πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)\nἉγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθά
 ρσει ὑψοῦται\, λαμπρύνεται\, τῇ Τριαδικῇ Μονάδι ἱεροκρυφίως.\nἉγίῳ Πνεύματ
 ι\, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα\, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωο
 γονίαν.\nἘκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.\n(Τοῦ Τριῳδίου
 )Ἦχος β’\nΣήμερον ὁ Χριστός\, εἰσέρχεται ἐν Πόλει τῇ ἁγίᾳ ἐν πώλῳ καθήμενο
 ς\, τὴν ἀλογίαν λύων τῶν ἐθνῶν τὴν κάκιστον\, πάλαι κεχερσωμένην.\nἮχος πλ
 . β’\nΣήμερον ἡ χάρις τοῦ Ἁγίου Πνεύματος\, ἡμᾶς συνήγαγε\, καὶ πάντες αἴρ
 οντες\, τὸν Σταυρόν Σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος\, ἐν ὀνόματι Κυρί
 ου\, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.\nΚανὼν τῆς Ἑορτῆς. Ἦχος δʹᾨδὴ αʹ.Ὁ Εἱρμός.\n
 Ὤφθησαν\, αἱ πηγαὶ τῆς ἀβύσσου\, νοτίδος ἄμοιροι\, καὶ ἀνεκαλύφθη θαλάσσης
 \, κυμαινούσης τὰ θεμέλια\, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας\, 
 περιούσιον λαὸν δὲ ἔσωσας\, ᾄδοντα\, ἐπινίκιον ὕμνον Σοι Κύριε. Δόξα Σοι ὁ
  Θεὸς ἡμῶν\, δόξα Σοι.\nΣτόματος\, ἐκ νηπίων ἀκάκων\, καὶ θηλαζόντων αἶνον
 \, τῶν σῶν οἰκετῶν κατηρτίσω\, καταλύσαι τὸν ἀντίπαλον\, καὶ ἐκδικῆσαι πάθ
 ει Σταυροῦ\, τὴν πτῶσιν τοῦ πάλαι Ἀδάμ\, διὰ ξύλου ἀναστῆσαι τοῦτον δέ\, ᾄ
 δοντα\, ἐπινίκιον ὕμνον Σοι Κύριε·\nᾨδὴ γʹ.\nΝάουσαν ἀκρότομον\, προστάγμα
 τι Σῷ\, στερεὰν ἐθήλασε πέτραν Ἰσραηλίτῃς λαός· ἡ δὲ πέτρα Σὺ Χριστέ\, ὑπά
 ρχεις καὶ Ζωή\, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά\, εὐλογημένος ε
 ἶ ὁ ἐρχόμενος.\nΔόξα Σοι ὁ Θεὸς ἡμῶν\, δόξα Σοι. \nΝεκρὸν τετραήμερον\, πρ
 οστάγματι Σῷ\, ἐκ νεκάδων σύντρομος\, ᾍδης ἀφῆκε Λάζαρον\, ἡ ἀνάστασις Χρι
 στέ· Σὺ γὰρ καὶ Ζωή\, ἐν ᾧ ἐστερεώθη\, ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά\, εὐλογ
 ημένος εἶ ὁ ἐρχόμενος.\nᾨδὴ δʹ.\nΧριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν\, ἥ
 ξει καὶ οὐ χρονιεῖ\, ἐξ ὄρους κατασκίου δασέος\, Κόρης τικτούσης ἀπειράνδρ
 ου\, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει Σου Κύριε.\nΣ
 πιθαμῇ ὁ μετρήσας οὐρανόν\, δρακὶ δὲ γῆν\, Κύριος πάρεστι· Σιὼν γὰρ ἐξελέξ
 ατο\, ἐν αὐτῇ δὲ οἰκεῖν καὶ βασιλεύειν\, ᾑρετίσατο λαῶν\, τῶν ἐν πίστει βο
 ώντων· Δόξα τῇ δυνάμει Σου\, Κύριε.\nᾨδὴ εʹ.\nΤὴν Σιὼν ἐπʼ ὄρους ἀνάβηθι\,
  ὁ εὐαγγελιζόμενος καὶ τὴν Ἱερουσαλήμ\, ὁ κηρύσσων ἐν ἰσχύϊ\, ὕψωσον φωνήν
 . Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ\, ἡ Πόλις τοῦ Θεοῦ\, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ\
 , καὶ σωτήριον ἔθνεσιν.\nᾨδὴ Ϛ'\nʹἘβόησαν\, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύμα
 τα· νῦν τῷ κόσμῳ\, Διαθήκη Καινὴ διατίθεται καὶ ῥαντίσματι\, καινουργείσθω
  λαὸς θείου Αἵματος.\nᾨδὴ ζ´\nʹὉ διασώσας ἐν πυρί\, τοὺς Ἀβραμιαίους Σου Π
 αῖδας\, καὶ τοὺς Χαλδαίους ἀνελών\, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν\, ὑπερύ
 μνητε Κύριε\, ὁ Θεὸς ὁ τῶν Πατέρων\, εὐλογητὸς εἶ.\nᾨδὴ ηʹ\nΑἰνοῦμεν\, εὐλ
 ογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.Εὐφράνθητι Ἱερουσαλήμ\, πανηγυρίσατε ο
 ἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας\, Κύριος τῶν Δυνάμεων ἦλ
 θεν\, εὐλαβείσθω πᾶσα ἡ γῆ\, ἐκ προσώπου Αὐτοῦ\, καὶ βοάτω· Πάντα τὰ ἔργα 
 ὑμνεῖτε τὸν Κύριον.\nᾨδὴ θʹ\nΘεὸς Κύριος\, καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑ
 ορτὴν καὶ ἀγαλλόμενοι\, δεῦτε μεγαλύνωμεν Χριστόν\, μετὰ βαΐων καὶ κλάδων\
 , ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος\, ἐν ὀνόματι Κυρίου\, Σωτῆρ
 ος ἡμῶν.\nΕὐχὴ εὐλογίας τῶν Βαΐων\nΚύριε\, ὁ Θεὸς ἡμῶν\, ὁ καθήμενος ἐπὶ τ
 ῶν Χερουβείμ\, ὁ ἐξεγείρας τὴν δυναστείαν\, καὶ ἀποστείλας τὸν μονογενῆ Σο
 υ Υἱόν\,τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν\, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυρ
 οῦ\, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως Αὐτοῦ\, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐ
 πὶ τὸ ἑκούσιον Πάθος\, ὁ λαός\, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου\, λ
 αβόντες τὰ τῆς νίκης σύμβολα\, τοὺς κλάδους τῶν δένδρων\, καὶ τὰ βαΐα τῶν 
 φοινίκων\, τὴν Ἀνάστασιν προεμήνυσαν· Αὐτός\,\nΔέσποτα\, καὶ ἡμᾶς\, τοὺς κ
 ατὰ μίμησιν ἐκείνων\, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ βαΐα καὶ κλάδους δένδρων ἐν
  χερσὶ φέροντας\, διατήρησον\, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες\, τὸ 
 Ὡσαννὰ Σοι προσφέροντας\, διαφύλαξον\, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικα
 ῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως\, ἐν Χριστῷ Ἰησοῦ τῷ
  Κυρίῳ ἡμῶν\, μεθʼ οὗ εὐλογητὸς εἶ\, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ 
 Σου Πνεύματι\, νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.\n Ἰδιόμ
 ελα τῶν Αἴνων. Ἦχος δ´\nΣτίχ. : Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν
  Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τ
 ῷ Θεῷ.Αἰνεῖτε αὐτόν\, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν\, πᾶσαι αἱ δυ
 νάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ...\nὉ πλεῖστος ὄχλος Κύριε\, ἐστρώνν
 υον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν· ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων κα
 ὶ ἐβάσταζον\, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες\, ἔκραζον λέγοντες· Ὡσ
 αννὰ τῷ Υἱῷ Δαυΐδ\, εὐλογημένος εἶ ὁ ἐλθών\, καὶ πάλιν ἐρχόμενος\, ἐν ὀνόμ
 ατι Κυρίου.\nἘξέλθετε ἔθνη\, ἐξέλθετε καὶ λαοί\, καὶ θεάσασθε σήμερον\, τὸ
 ν Βασιλέα τῶν οὐρανῶν\, ὡς ἐπὶ θρόνου ὑψηλοῦ\, ἐπὶ πώλου εὐτελοῦς\, τὴν Ἱε
 ρουσαλὴμ προσεπιβαίνοντα\, γενεὰ ἄπιστε καὶ μοιχαλίς\, δεῦρο\, θέασαι\, ὃν
  εἶδεν Ἠσαΐας ἐν σαρκὶ διʼ ἡμᾶς παραγενόμενον\, πῶς νυμφεύεται ὡς σώφρονα\
 , τὴν νέαν Σιών\, καὶ ἀποβάλλεται τὴν κατάκριτον διαγωγήν· ὡς ἐν ἀφθάρτῳ δ
 ὲ γάμῳ καὶ ἀμιάντῳ\, ἀμίαντοι συνέδραμον εὐφημοῦντες\, οἱ ἀπειρόκακοι Παῖδ
 ες μεθʼ ὧν ὑμνοῦντες βοήσωμεν ὕμνον τὸν Ἀγγελικόν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
 \, τῷ ἔχοντι τὸ μέγα ἔλεος.\nΤὴν κοινὴν Ἀνάστασιν\, πρὸ τοῦ ἑκουσίου Πάθου
 ς Σου\, εἰς πίστωσιν πάντων\, προενδειξάμενος\, Χριστὲ ὁ Θεός\, τὸν μὲν Λά
 ζαρον ἐν Βηθανίᾳ\, τῇ κραταιᾷ δυνάμει Σου\, τετραήμερον νεκρὸν ἀνέστησας\,
  καὶ τυφλοῖς δὲ τὸ βλέπειν\, ὡς φωτοδότης\, ἐδωρήσω Σωτήρ· καὶ εἰς τὴν Πόλ
 ιν τὴν ἁγίαν μετὰ τῶν Σῶν Μαθητῶν εἰσῆλθες\, καθήμενος ἐπὶ πώλου ὄνου\, τὰ
  τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα\, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος καὶ παῖ
 δες Ἑβραίων μετὰ κλάδων καὶ βαΐων προϋπήντουν Σοι. Διὸ καὶ ἡμεῖς\, κλάδους
  ἐλαιῶν βαστάζοντες καὶ βαΐα\, εὐχαρίστως Σοι βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστ
 οις\, εὐλογημένος ὁ ἐρχόμενος\, ἐν ὀνόματι Κυρίου.\nΜέλλοντός Σου εἰσιέναι
 \, εἰς τὴν ἁγίαν Πόλιν Κύριε\, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον\, Σὲ ὑ
 μνοῦντες τὸν τῶν ὅλων Δεσπότην\, ὁρῶντές Σε ἐπὶ πώλου καθήμενον\, ὡς ἐπὶ τ
 ῶν Χερουβὶμ ἐθεώρουν\, καὶ διὰ τοῦτο οὕτως ἐβόων·  Ὡσαννὰ ἐν τοῖς ὑψίστοις
 \, εὐλογημένος εἶ ὁ ἐλθών\, καὶ πάλιν ἐρχόμενος\, ἐν ὀνόματι Κυρίου.\n Δοξ
 αστικόν. Ἦχος πλ. β´\nΠρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα\, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν\
 , καὶ προσῆλθον Αὐτῷ οἱ Μαθηταὶ Αὐτοῦ\, λέγοντες Αὐτῷ· Κύριε\, ποῦ θέλεις\
 , ἑτοιμάσωμέν Σοι φαγεῖν τὸ Πάσχα\; Ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τ
 ὴν ἀπέναντι κώμην\, καὶ εὑρήσετε ἄνθρωπον\, κεράμιον ὕδατος βαστάζοντα\, ἀ
 κολουθήσατε αὐτῷ\, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· Ο Διδάσκαλος λέγει· Πρὸς σὲ 
 ποιῶ τὸ Πάσχα\, μετὰ τῶν Μαθητῶν μου.\nΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ Ἁγίου Ἰωάννου τοῦ Χ
 ρυσοστόμου\nΕἰσοδικόν. Ἦχος β´\nΕὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
   Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ\, ὁ ἐπὶ πώλου ὄνου κα
 θεσθείς\, ψάλλοντάς Σοι\, Ἀλληλούϊα.\nἈπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος α´\nΤὴν
  κοινὴν Ἀνάστασιν πρὸ τοῦ Σοῦ Πάθους πιστούμενος\, ἐκ νεκρῶν ἤγειρας τὸν Λ
 άζαρον\, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες\, τὰ τῆς  νίκης σύμβολ
 α φέροντες\, Σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις\, ε
 ὐλογημένος ὁ ἐρχόμενος\, ἐν ὀνόματι Κυρίου.\nἈπολυτίκιον τοῦ Τριωδίου. Ἦχο
 ς δ´\nΣυνταφέντες Σοι διὰ τοῦ Βαπτίσματος\, Χριστὲ ὁ Θεὸς ἡμῶν\, τῆς ἀθανά
 του ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει Σου\, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν 
 τοῖς ὑψίστοις\, εὐλογημένος ὁ ἐρχόμενος\, ἐν ὀνόματι Κυρίου.\nΚοντάκιον. Ἦ
 χος πλ. β᾽\nΤῷ θρόνῳ ἐν οὐρανῷ\, τῷ πώλῳ ἐπὶ τῆς γῆς\, ἐποχούμενος Χριστὲ 
 ὁ Θεός\, τῶν Ἀγγέλων τὴν αἴνεσιν\, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοών
 των Σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος\, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.\n 
DTSTART:20260404T220000Z
DTEND:20260404T220000Z
GEO:00;0
LOCATION:
ORGANIZER:
SEQUENCE:1
SUMMARY:Κυριακὴ τῶν Βαΐων
TRANSP:OPAQUE
URL:https://www.metropolisvonaustria.at/el/component/icagenda/3769-palmsonn
 tag-gr/2026-04-05-00-00
END:VEVENT
END:VCALENDAR
