Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται. Ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται.