Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀνδρέου τοῦ Στρατηλάτου, καί τῶν σὺν αὐτῷ τελειωθέντων δισχιλίων πεντακοσίων ἐνενήκοντα τριῶν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Τιμοθέου, Ἀγαπίου καὶ Θέκλης. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Εὐτυχιανοῦ τοῦ στρατιώτου καὶ Στρατηγίου, διὰ πυρὸς τελειωθέντων. Ὁ ὅσιος Θεοφάνης ὁ νέος καὶ θαυματουργός, ὁ ἐν τῷ ὄρει τῆς κατὰ Μακεδονίαν Ναούσης ἀσκήσας, οὗ καὶ τὸ λείψανον ἐν τῇ Ναούσῃ ἤδη ἐστίν, ἐν εἰρήνῃ τελειοῦται. Ὅσιος Θεοφάνης ὁ νέος.