Δ´ Νηστειῶν (Ἑβρ. 6,13-20)

Προκείμενον. Ἦχος δ´

ς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε΄ πάντα ἐν σοφίᾳ ἐποίησας.

                 Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου, τὸ Ἀνάγνωσμα

(Κεφ. Ϛ ', 13-20)

Ἀδελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων. Ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας, ἐπέτυχε τῆς ἐπαγγελίας. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας, εἰς βεβαίωσιν, ὁ ὅρκος. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας, τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδέκ, Ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.