Εὐαγγελικὸ ἀνάγνωσμα τῆς Γ´ Κυριακῆς Ματθαίου (Μτθ. 16,13-19)

Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Τῷ καιρῷ ἐκείνῳ, ἐλ­θὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθη­τὰς αὐτοῦ λέγων· τίνα με λέ­γουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱε­ρεμίαν ἢ ἕνα τῶν προφητῶν. Λέγει αὐτοῖς· ὑμεῖς δὲ τί­­να με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σί­μων Πέτρος εἶπε· σὺ εἶ ὁ Χρι­στὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶν­τος. Καὶ ἀποκριθεὶς ὁ Ἰη­σοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐ­­­ρανοῖς. Κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύ­τῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ­ᾅ­δου οὐ κατισχύσουσιν αὐτῆς. Καὶ δώσω σοι τὰς κλεῖς τῆς βα­­σιλείας τῶν οὐρα­νῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δε­δεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύ­­σῃς ἐπὶ τῆς γῆς, ἔσται λε­λυμένον ἐν τοῖς οὐρανοῖς.

Μτθ. 16,13-19

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904