Μαλαχίας ὁ προφήτης (Ἰανουαρίου 3)

Εἷς τῶν δώδεκα μικρῶν λεγομένων προφητῶν ἐκ φυλῆς Λευΐ, γεννηθεὶς ἐν Σοφαῖς μετὰ τὴν ἐπιστροφὴ τῶν Ἑβραίων ἐκ τῆς Βαβυλῶνος. Πολλῆς τιμῆς παρὰ τῷ λαῷ ἀξιούμενος διὰ τὸ ὅσιον καὶ πρᾷον καὶ τὸ τοῦ εἴδους εὐπρεπές, ἐκλήθη Μαλαχίας, ὅ ἐστιν ἄγγελος· ἀνέμνησεν εἰς τοὺς Ἰουδαίους τὰς εὐεργεσίας τοῦ Θεοῦ καὶ προέτρεψεν αὐτοὺς ἠπίως εἰς ἀνέγερσιν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ, ἤλεγξεν αὐτοὺς διὰ τὰς τολμηθείσας παρανομίας, προεκήρυξε τὴν κατὰ σάρκα παρουσία τοῦ Χριστοῦ, προεῖπε τὴν κλῆσιν τῶν ἐθνῶν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν ἀπιστία τοῦ Ἰουδαϊκοῦ λαοῦ καὶ προεφήτευσε περὶ τῆς δευτέρας τοῦ Σωτῆρος ἐπιφανείας. Νέος δὲ ἔτι ὤν, προσετέθη εἰς τοὺς πατέρας αὑτοῦ ἐν βίῳ καὶ ἐτάφη έν τω ἀγρῷ αὐτοῦ. Οἱ Συναξαρισταὶ περιγράφουσιν αὐτὸν οὕτω: «Ἦν δὲ τὴν ὄψιν αὐτοῦ εὐπρεπής, οὐκ ἐπίμηκες ἀλλὰ στρογγυλὸν ἔχων τὸ πρόσωπον, οὗλος τὴν τρίχα καὶ κεκαρμένος ὑποφαίνων πλατὺ τὸ κρανίον».

Ὁ κλῆσιν αὐχῶν ἀγγέλου Μαλαχίας
αὐχεῖ μάλιστα τὴν μετ' ἀγγέλων στάσιν.
Ἐκ ρεθέων Μαλαχίου ἀπέπτατο ἐν τρίτῃ ἦτορ.

 

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρίας