Κύρου καὶ Ἰωάννου τῶν Ἀναργύρων λειψάνων εὕρεσις (Ἰουνίου 28)

Περὶ τῆς ἀνακομιδῆς τῶν τιμίων λειψάνων τῶν Ἀναργύρων ὁ Παρισινὸς Κῶδιξ 1617 σημειοῖ τὰ ἑξῆς: «Τὰ περὶ τῶν ἁγίων τούτων τρανότερον ἐν τῇ ἡμέρᾷ τῆς κοιμήσεως αὐτῶν διείληπται, ἤγουν τῇ τριακοστῇ πρώτῇ Ἰανουαρίου μηνός· νῦν δὲ περὶ τῶν τιμίων λειψάνων αὐτῶν ρητέων, ὅτι διὰ τὴν ἐπικρατοῦσαν τῷ τότε ἀσέβειαν ἀποτμηθέντων ἁγίων, τὰ σώματα αὐτῶν ὑπὸ τῶν πιστῶν ὡς εἶχον τηνικαῦτα σπουδῆς καὶ γνώμης ἐν τῷ ναῷ τοῦ ἁγίου ἀποστόλου Μάρκου ἐτέθη, ὕστερον δὲ ἐπὶ τῆς βασιλείας Θεοδοσίου, πατριάρχου τῆς Ἀλεξανδρέων Θεοφίλου τυγχάνοντος, καὶ τὴν ἐν Κανώβῳ κώμην, Μανουθὲ καλουμένην, δαιμόνων οὖσαν κατοικητήριον, βουληθέντος ἐκκαθάραι καὶ τῆς ἐξ αὐτῶν λύμης ἀπαλλάξαι, καὶ τῆς τελευτῆς κωλυσάσης, ὁ μετ᾽ αὐτῶν Κύριλλος τὸ παρ᾽ ἐκείνου μελετηθὲν εἰς ἔργον ἐξήγαγεν, ἀγγέλου κατ᾽ ὄψιν ἐπιφανέντος αὐτῷ καὶ τὰ λείψανα τῶν ἁγίων τῇ κώμῃ ταύτῃ ἐπισκήψαντος ἀποθησαυρίσαι· καὶ κατὰ τὴν ὄψιν ἐν αὐτῇ μετετέθησαν τῇ κώμῇ λαμπρῶς, τοῦ Ἰουνίου τότε εἰκάδα πρὸς τῇ ὀγδόῃ ἄγοντος, καὶ νῦν εἰσιν ἐκεῖσε κατατεθεμένα εἰς ἀσφάλειαν τῶν ἐνοικουντων καὶ δόξαν Θεοῦ».

Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τοῖς Σφωρακίου καὶ εἰς Ἀρκαδιανάς. Ἐν τῷ Συναξαριστῇ τοῦ Νικοδήμου τὰ περὶ τῆς ἀνακομιδῆς τῶν λειψάνων ἄλλως ἐκτίθενται.

᾽Οστᾶ φανέντα μαρτύρων Ἀναργύρων
βλύζουσιν κρουνοὺς θαυμάτων ἀναργύρως.
Εἰκάδι ὀγδοάτῃ Κῦρος φάνη ἡδ᾽ ὁμόαθλος.

Σχετικὰ ἄρθρα: 

Κῦρος καὶ Ἰωάννοις οἱ Ἀνάργυροι (Ἰανουαρίου 31)

[Ἀκολουθίαν εἰς τοὺς Ἀναργύρους ἐποίησε καὶ ὁ μοναχὸς Ἰωάννης (ὁ Δαμασκηνός), ἧς ὁ Κανὼν κεῖται εἰς τοὺς Παρισινὺς Κώδικας 1569 φ. 144 β, 345 φ. 220β καὶ τοῦς τῆς Λαύρας Ι 73 φ. 2α, Ι 135 φ. 3β, Θ 43 φ. 35α, Ω 747 φ. 269β. Ἐν τῷ Συναξαριστῇ τοῦ Νικοδήμου, Delehaye καὶ ἄλλοις ἀναγράφεται «μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου». Ἡ ἐκκλησιαστικὴ ποίησις (καὶ ἡ ἀνέκδοτος) εἰς τὴν εὕρεσιν τῶν λειψάνων περιστρέφεται].

Quelle: Sofronios von Leontopolis, Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, (Athen: Apostoliki Diakonia 1961).

Übersetzung: Mag. Emmanouil Drylerakis für die Heilige Metropolis von Austria