Παῦλος μάρτυς (Φεβρουαρίου 10)

Οὗτος συνήθλησε μετὰ τῶν ἁγίων παρθένων Ἐνναθᾶ καὶ Οὐαλεντίνης (Φεβρ. 10)· συλληφθεὶς ὑπὸ τοῦ ἡγεμόνος Καισαρείας (τῆς Παλαιστίνης) Φιρμιλιανοῦ καὶ πολλαῖς βασάνοις δοκιμασθεὶς διὰ τὴν εἰς Χριστὸν πίστιν, ἀνῃρέθη διὰ τοῦ ξίφους.

Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος
Χριστου πόθῳ τράχηλον ἐκτετμημενος.

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρία