Παρθένιος ἐπίσκοπος Λαμψάκου (Φεβρουαρίου 7)

Οὗτος ἦν κατὰ τοὺς χρόνους τοῦ Μεγάλου Κωνσταντίνου, υἱὸς τοῦ διακόνου τῆς Μελιτοπόλεως ἐκκλησίας Χριστοφόρου, ἀγράμματος παντελῶς ἀλλ’ ἐνάρετος, εἰς τὴν ἁλιείαν ἀσχολούμενος καὶ τὴν ἄγραν τοῖς δεομένοις διαμοιράζων· ἐκμαθὼν ἔπειτα τὰ ἱερὰ γράμματα, κατετάχθη εἰς τὸν κλῆρον καὶ διὰ τὴν ἐνάρετον αὑτοῦ πολιτείαν ἐχειροτονήθη πρεσβύτερος ὑπὸ τοῦ ἐπισκόπου Μελιτοπόλεως Φιλίππου καὶ εἶτα ἐπίσκοπος Λαμψάκου ὑπὸ τοῦ Κυζίκου Ἀχιλλίου· (ἢ κατ’ ἄλλους, Ἀσχολίου ἢ Άχολίου). ἐγένετο αὐτουργὸς πολλῶν θαυμάτων καί, κατὰ Θεὸν διαβιώσας καὶ ποιμάνας τὸ λογικὸν αὐτοῦ ποίμνιον, ἐκοιμήθη ἐν εἰρήνῃ.

Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ
λαμπτῆρα πυρσεύοντα φῶς αὐτῇ* μέγα.
Παρθένιος κατέδαρδε ** λαχὼν μακρὸν ἑβδόμῃ ὕπνον

[*φῶς αὐτοῦ Β. ** κατέδρασε Α.]

 

Πηγή: Σωφρονίου πρ. Λεοντοπόλεως (Εὐστρατιάδου), Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας, ἐκδ. Ἀποστολικῆς Διακονίας, Ἀθῆναι 1961.

Ἐπιμέλεια: Ἐμμανουὴλ Δρυλεράκης γιὰ τὴν Ἱερὰ Μητρόπολη Αὐστρία