Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.
Heiligenkalender
3/12/2024
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, τοῦ ἀπὸ Ἐπάρχων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, Ἐπισκόπου Κολωνίας, τοῦ Ἡσυχαστοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Ἀγάπιος, Σέλευκος, καὶ Μάμας, ξίφει τελειοῦνται. Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεόδουλος ὁ Κύπριος ἐν εἰρήνῃ τελειοῦται. Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Γαβριήλ, τοῦ Γάνου μὲν ὄντος πρότερον Ἐπισκόπου, ὕστερον δ' ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659 ἔτος. Ὁ ἅγιος Νεομάρτυς Ἀγγελῆς, ὁ ἐν Χίῳ ἀθλήσας ἐν ἔτει 1813, ξίφει τελειοῦται.