Κυριακὴ μετὰ τὴν τοῦ Χριστοῦ γέννησιν

Λειτουργικὰ κείμενα τῆς ἡμέρας
Ἐξαποστειλάρια τῆς Ἑορτῆς
Ἦχος βʹ
Σὺν Ἰακώβῳ μέλψωμεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυῒδ τὸν Θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα· τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ γεννήσει καθυπούργησαν, Βηθλεὲμ ἐν τῇ πόλει, θεοπρεπῶς, μετ‘ Ἀγγέλων Μάγων τε καὶ ποιμένων, αὐτῷ τὸν ὕμνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ.
Ἦχος βʹ
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.
Στιχηρά
Ἦχος δ΄
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος· Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.
Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος β’
Ὅτε κατῆλθες πρὸς τον θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος·ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἀπολυτίκιον τῶν Θεοπατόρων
Ἦχος β΄
Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Μάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι‘ Ἀγγέλου χρηματισθείς. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ΄
Ἡ Γέννησίς Σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, Σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ Σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα Σοι.
Κοντάκιον
Ἦχος γ΄
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι. δι‘ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Βιβλικὰ ἀναγνώσματα
- Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς μετὰ τὴν τοῦ Χριστοῦ Γέννησιν (Γαλ. 1,11-19)
- Εὐαγγελικὸν Ἀνάγνωσμα Κυριακῆς μετὰ τὴν τοῦ Χριστοῦ Γέννησιν (Μτθ 2,13-23)
Ἁγιολόγιο τῆς ἡμέρας