Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ, τῆς Ἁγίας Ἀγνῆς καὶ τοῦ Νεομάρτυρος Νεοφύτου
Heiligenkalender

Ἡμερομηνία: 21/1/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου, Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου. Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.
Ἐκ τοῦ συναξαρίου τῆς ἡμέρας κατ' ἐκλογήν