ΙΕ´ Κυριακή Λουκά

Heiligenkalender
Evangelist_Lukas_Stavronikita_Mignature
Ἡμερομηνία: 26/1/2025

Βιβλικὰ Ἀναγνώσματα

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Ἐπὶ τὰς πηγάς

Κατεβᾶστε καὶ ἐκτυπῶστε τὸ ἔντυπο μὲ τὰ ἀναγνώσματα τῆς Ἀκολουθίας

 

Sprachewechsel

 

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


Κάθισμα
Ἦχος πλ. β´

Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καταβασίαι τῆς Ὑπαπαντῆς

Ὠιδὴ α ́. Ἦχος γ ́

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ´

Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.

ᾨδὴ δ´

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.

ᾨδὴ ε´

Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ‘ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ᾨδὴ Ϛ´

Ἐβόησέ Σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ Σὺ Θεός μου.

ᾨδὴ ζ´

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η´

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στιχηρά Ἀναστάσιμα
Ἦχος πλ. β´

Ὁ Σταυρός Σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ Σου· καὶ ἐπ‘ αὐτῷ πεποιθότες, Σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς. Ἡ ταφή Σου, Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, Σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς. Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς Αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς. 

Δοξαστικόν
Ἦχος πλ. α΄

Ὡς ἐπ’ ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν Σου ἀνάστασιν· ἀλλ’ ἔπλησας χαρᾶς τοὺς μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν γνῶσιν ἀληθῆ καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.

Ἀπολυτίκιον ἀναστάσιμον
Ἦχος πλ. β´

Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά Σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν Σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ‘ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν· ὁ ἀναστὰς ἐκ τῶν
νεκρῶν, Κύριε δόξα Σοι. 

Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ΄

Ὡς γενεὰ εὐλογητὴ τῷ Κυρίῳ, τῆς οὐρανίου ἠξιώθησαν δόξης, ἀσκητικῶς δοξάσαντες Χριστὸν ἐπὶ τῆς γῆς, Ξενοφῶν ὁ Ὅσιος, καὶ ἡ τούτου συμβία, σὺν τοῖς ἀριστεύσασιν, ἱεροῖς αὐτῶν τέκνοις· οὓς εὐφημοῦντες εἴπωμεν φαιδρῶς· χαίροις Ὁσίων, χορεία τετράριθμε.

Ἀπολυτίκιον τοῦ Ναοῦ
Ἦχος δ΄

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι.

Κοντάκιον
Ἦχος α΄

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ Σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ‘ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

  

Πηγή: Ὁ Εὐαγγελιστὴς Λουκᾶς σὲ μινιατούρα χειρογράφου Τετρευάγγελου (κωδ. 43, φ. 12β) τῆς Ἱερᾶς μονῆς Σταυρονικήτα τοῦ Ἁγίου Ὄρους, 10ος αἰ. (Πηγή: Γ. Χριστόπουλος, Οἱ Θησαυροὶ τῆς Ὀρθοδοξίας, τόμ. 1, 'Εκδοτικὴ Ἀθηνῶν, Ἀθήνα 2000, σ. 49.