Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου.
Heiligenkalender

Ἡμερομηνία: 27/2/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται. Οἱ Ὅσιοι πατέρες ἡμῶν Ἀσκληπιὸς Ἰάκωβος καὶ Τιμόθεος οἱ ἐν Καισαρείᾳ ἐν εἰρήνῃ τελειοῦνται.