Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου.
Heiligenkalender

Ἡμερομηνία: 28/2/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἀπόστολοι Νυμφᾶς καὶ Εὔβουλος ἐν εἰρήνῃ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βάρσος, Ἐπίσκοπος Δαμασκοῦ, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀβίρκιος ξίφει τελειοῦται.