Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ.

Heiligenkalender
02-Nicolae
Ἡμερομηνία: 2/3/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡσυχίου τοῦ Συγκλητικοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, Ἐπισκόπου Κυρηνίας τῆς Κύπρου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοΐντου τοῦ θαυματουργοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νέστορος καὶ Τριβιμίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρῳαδίου καὶ τῶν σὺν αὐτῷ μαρτυρησάντων ἐπὶ Δεκίου Βασιλέως. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθένος Εὐθαλία ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀνδρόνικος καὶ Ἀθανασία ξίφει τελειοῦνται.