Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν τῶν ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα ἀναιρεθέντων.

Heiligenkalender
Maerz-20
Ἡμερομηνία: 20/3/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων τῶν ἀναιρεθεντων ὑπὸ τῶν Μαύρων ἐν τῇ Μονῇ τοῦ Ἁγίου Σάββα τοῦ Ἡγιασμένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Νικήτα, Ἐπισκόπου Ἀπολλωνιάδος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν ἐν Ἀμινσῷ, Ἀλεξανδρείας, Κλαυδίας, Εὐφρασίας, Ματρώνης, Ἰουλιανῆς, Εὐφημίας, καὶ Θεοδοσίας. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Ῥοδιανὸς ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀκύλας ὁ Ἔπαρχος ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Λολλίων πυγμαῖς βαλλόμενος τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐμμανουὴλ ξίφει τελειοῦται.