Ἡ σύναξις τοῦ Ἀρχιστρατήγου Γαβριήλ.

Heiligenkalender
Maerz-26
Ἡμερομηνία: 26/3/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην, ὡς τῷ θείῳ καὶ ὑπερφυεῖ Μυστηρίῳ καὶ ἀπορρήτῳ καθυπουργήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων κς´, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων· ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο· Βαθούσις καὶ Οὐΐρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἀρπύλας μονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεΐμβλας, Θέρμας, Φίλγας· καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλάς, Βάρις, Μωϊκώ, Μαμύκα, Οὐϊρκώ, καὶ Ἀνιμάϊς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, Θεοδοσίου, Ἐμμανουήλ, καὶ ἑτέρων Μ' τῶν ἐν Ἀνατολῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠιμῶν Στεφάνου τοῦ Ὁμολογητοῦ, τοῦ Τριγλίας Ἡγουμένου.Τῇ αὐτῇ ἡμέρᾳ ἀναγινώσκεται διήγησις ὠφέλιμος Μάλχου μοναχοῦ αἰχμαλωτισθέντος.