Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ.
Heiligenkalender

Ἡμερομηνία: 27/3/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης, τῆς ἐν Θεσσαλονίκῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κήρικος, ὁ ἐν τῷ Ἄπρῳ, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλητοῦ τοῦ Συγκλητικοῦ, καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν τέκνων αὐτῶν, Μακεδόνος, Θεοπρεπίου, Κρονίδου, Κομενταρησίου, καὶ Ἀμφιλοχίου Δουκός. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἰωάννης καὶ Βαρούχιος ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Προφήτης Ἀνανὶ ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Κορίνθου, ἀδελφοῦ Πέτρου τοῦ Ἁγιωτάτου Ἐπισκόπου, Ἄργους τοῦ σημειοφόρου, καὶ τοῦ Ὁσίου Πατρός ἡμῶν Εὐτυχίου.