Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἐπισκόπου Παρίου.

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, Ἔπισκόπου Παρίου τοῦ Ὁμολογητοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ, ἀνεκομίσθη ἡ τιμία Ζώνη τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἀπὸ τῆς ἐπισκοπῆς Ζήλας ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ, τῶν Πορφυρογεννήτων, μετὰ δὲ ταῦτα, ὕστερον μετετέθη ἐν τῇ ἁγίᾳ σορῷ τῶν Χαλκοπρατείων, κατὰ τήν τριακοστὴν πρώτην τοῦ Αὐγούστου μηνός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀνθούσης, θυγατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δήμη καὶ Πρωτίωνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρτέμωνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριῶν Μαρτύρων Μηνᾶ, Δαυΐδ, καὶ Ἰωάννου.