Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.
Heiligenkalender

Ἡμερομηνία: 25/4/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κωνσταντινουπόλεως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.