Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Ἰώβ.
Heiligenkalender

Ἡμερομηνία:
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεραφείμ, ἐν τῷ ὄρει τοῦ Δομποῦ ἀσκήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται. Ὁ ἅγιος μάρτυς Δημητρίων τοξευόμενος τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται. Ὁ ἅγιος μάρτυς Βάρβαρος ξίφει τελειοῦται. Τελεῖται δὲ τῶν εἰρημένων ἁγίων ἡ σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν τῷ ὄντι ἐν τῷ Δευτέρῳ.