Κυριακὴ τῆς Σαμαρείτιδος

Heiligenkalender
Samariterin
Ἡμερομηνία: 18/5/2025

 Βιβλικὰ ἀναγνώσματα

 Ἐπὶ τὰς Πηγάς

18η Μαΐου 2025: Κυριακὴ τῆς Σαμαρείτιδος

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


Καθίσματα
Ἦχος δ´

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ· συνήγειρας τὸν κόσμον σου, τῇ ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος· ἔδειξας Ἐλεῆμον, τὴν ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

 Καὶ νῦν...
Θεοτοκίον

Τὸ ἀπʼ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· διʼ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

Δόξα...
Ἦχος δʹ

Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ ἐγέρσει Σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

Εὐλογητάρια Ἀναστάσιμα
Ἦχος πλ. αʹ

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
Δόξα σοι, ὁ Θεός. (3)

 Ἀναβαθμοί
Ἀντίφωνον Αʹ
Ἦχος δʹ

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλʼ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα· καὶ νῦν

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Βʹ

Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου· Κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερός ἐστι, πάντων τῶν λυπούντων.

Δόξα· καὶ νῦν.

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γʹ.

Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ, θερμότερον φίλτρον χρεωστοῦμεν.

Δόξα...· καὶ νῦν...

Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ, τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Καταβασίαι
ᾨδὴ α'

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς Ζωήν, καὶ ἐκ γῆς πρὸς Οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ᾨδὴ γ´

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλʼ ἀφθαρσίας πηγήν, ἐκ Τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ᾨδὴ δ'

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθʼ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

ᾨδὴ ε'

Ὀρθρίσωμεν ὄρθρου βαθέος καὶ ἀντὶ μύρου τὸν ὕμνον, προσοίσωμεν τῷ Δεσπότῃ· καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ᾨδὴ Ϛʹ.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ Τάφου.

ᾨδὴ ζ'

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η´

Αὔτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτῳν, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.

Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Τροπάρια.

Χριστὸς τὸ Καινὸν Πάσχα, τὸ ζωόθυτον θῦμα, ἀμνὸς Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν κόσμου.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης Σου φωνῆς· μεθʼ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ ἅδης ἐσκυλεύθη.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον, Χριστέ· ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, Σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς Βασιλείας Σου.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί· Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· χαῖρε, διʼ ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Καὶ νῦν

Χαῖρε, Παρθένε, χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

 

Ὁ Εἱρμός

Ὁ Ἀγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ Ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ Τόκου σου.

Ἐξαποστειλάρια
Τοῦ Πάσχα. Ἦχος βʹ

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τῆς Σαμαρείτιδος
Ἦχος βʹ.

Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καὶ γυναικὶ ὁμιλήσας, ἐζήτεις ὕδωρ τοῦ πιεῖν, ὁ ἐκ πέτρας ἀκροτόμου πηγάσας ὕδωρ Ἑβραίοις, ἣν πρὸς πίστιν σὴν ἔλαβες· καὶ νῦν ζωῆς ἀπολαύει, ἐν οὐρανοῖς αἰωνίως.

Τῆς Μεσοπεντηκοστῆς
Ἦχος βʹ

Μεσούσης παραγέγονας, τῆς ἑορτῆς Φιλάνθρωπε, ἐν ἱερῷ καὶ ἐλάλεις· Οἱ δίψης ἔμπλεοι πρός με, ἔλθετε καὶ ἀρύσασθε, ὕδωρ ζῶν καὶ ἁλλόμενον, διʼ οὗ τρυφῆς καὶ χάριτος, ζωῆς τε τῆς ἀθανάτου, ἐπαπολαύσετε πάντες

Στιχηρὰ Ἀναστάσιμα
Ἦχος δʹ

Αἰνεῖτε Αὐτὸν ἐπὶ ταῖς δυναστείαις Αὐτοῦ, αἰνεῖτε Αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης Αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν Σου τὴν ἀνάστασιν.

Αἰνεῖτε Αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε Αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἐν τῷ Σταυρῷ Σου Χριστέ, τῆς ἀρχαίας κατάρας, ἠλευθέρωσας ἡμᾶς καὶ ἐν τῷ θανάτῳ Σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας· ἐν δὲ τῇ ἐγέρσει Σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμεν Σοι· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα Σοι.

Αἰνεῖτε Αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε Αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τῷ Σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν Σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά Σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων Σου.

Αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε Αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῶν πατρικῶν Σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι· ἀναστὰς δὲ ἐκ νεκρῶν, ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος Παντοδύναμος.

Στιχηρὰ τοῦ Πάσχα
Ἦχος πλ. αʹ.

Στίχ. αʹ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ Αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου Αὐτοῦ οἱ μισοῦντες Αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται· Πάσχα καινόν, Ἅγιον· Πάσχα μυστικόν· Πάσχα πανσεβάσμιον· Πάσχα Χριστὸς ὁ λυτρωτής. Πάσχα ἄμωμον· Πάσχα μέγα· Πάσχα τῶν πιστῶν· Πάσχα τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. βʹ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρʼ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. γʹ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν Ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν Ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. δʹ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν· Πάσχα Κυρίου, Πάσχα· Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε· Πάσχα ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα· ὦ Πάσχα, λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δοξαστικόν
Ἦχος πλ. βʹ

Ἡ πηγὴ τῆς ζωαρχίας, Ἰησοῦς ὁ Σωτὴρ ἡμῶν, ἐπὶ τὴν πηγὴν ἐπιστὰς τοῦ Πατριάρχου Ἰακώβ, πιεῖν ἐζήτει ὕδωρ παρὰ γυναικὸς Σαμαρείτιδος. Τῆς δὲ τὸ ἀκοινώνητον τῶν Ἰουδαίων προσειπούσης, ὁ σοφὸς Δημιουργὸς μετοχετεύει αὐτήν, ταῖς γλυκείαις προσρήσεσι, μᾶλλον πρὸς αἴτησιν τοῦ ἀϊδίου ὕδατος· ὃ καὶ λαβοῦσα, τοῖς πᾶσιν ἐκήρυξεν εἰποῦσα· Δεῦτε, ἴδετε τῶν κρυπτῶν γνώστην καὶ Θεόν, παραγενόμενον σαρκί, διὰ τὸ σῶσαι τὸν ἄνθρωπον.

Καὶ νῦν...
Ἦχος πλ. αʹ

Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΊΑ

 

Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος δ´

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι,τοῖςἈποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος πλ. δ´

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα Σοι.

Κοντάκια τῆς Ἑορτῆς καὶ τοῦ Πάσχα
Ἦχος δ´

Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας· ὅθεν Σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς οἰκτιρμούς Σου δώρησαι ἡμῖν· Σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

Ἦχος πλ. δ´

Εἰ καὶ ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.