Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας.

Heiligenkalender
10
Ἡμερομηνία: 10/7/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μυρίων Πατέρων, οὓς διὰ πυρὸς θανάτῳ βιαίῳ παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου ἐν τοῖς Βεάτου (ἐν ἄλλ. Βιάτου ἢ Βιώτου).