Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου, καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης.

Heiligenkalender
29
Ἡμερομηνία: 29/7/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς. Οἱ ἅγιοι μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν Παλατίων τοῦ Ἑβδόμου. Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ Κωνσταντίνου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου τοῦ Νέου.