Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.

Heiligenkalender
31
Ἡμερομηνία: 31/7/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου. Ὁ ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός. Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν.