Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου.

Heiligenkalender
August-07
Ἡμερομηνία: 7/8/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου. Ὁ ὅσιος Δομέτιος ὁ σημειοφόρος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Φιλοθέου μονῆς ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται. Μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νικάνορος τοῦ θαυματουργοῦ, τοῦ ἐν τῷ τοῦ Καλλιστράτου ὄρει ἀναλάμψαντος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ὤρ ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι μύριοι Ἀσκηταὶ οἱ Θηβαῖοι ἐν εἰρήνῃ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ποταμία ἡ θαυματουργὸς ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νάρκισσος, Ἀρχιεπίσκοπος Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀστέριος ὁ θαυματουργὸς ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σῴζων, ὁ ἐκ Νικομηδείας, εἰς πῦρ βληθείς, καὶ ἀβλαβὴς ἐξελθών, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὑπερέχιος ἐν εἰρήνῃ τελειοῦται.