Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία.
Heiligenkalender

Ἡμερομηνία: 9/8/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ματθία. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δέκα μαρτύρων, τῶν διὰ τὴν Ἁγίαν Εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ, τὴν ἐν τῇ Χαλκῇ πύλῃ, ἀθλησάντων, Ἰουλιανοῦ, Μαρκιανοῦ, Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου, Πέτρου, Λεοντίου, καὶ Μαρίας τῆς Πατρικίας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἀθλήσεως τοῦ Ἁγίου μάρτυρος Ἀντωνίου. Ὁ ὅσιος ἡμῶν Ψόης εὐχόμενος τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος τῶν Καμουλιανῶν, ἥπερ εὕρεσις συνεγράφη παρὰ τοῦ ἐν Ἁγίοις Γρηγορίου Ἐπισκόπου Νύσσης.