Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας Τοῦ Ἁγίου καὶ θεόπτου Μωϋσέως τοῦ Προφήτου.

Heiligenkalender
September04
  4/9/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί, ξίφει τελειοῦται. Ὁ Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων Φιλίππου τοῦ ἀποστόλου.