Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Νηστευτοῦ.
Heiligenkalender

2/9/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ. Ὁ Ἅγιος Διομήδης σπαθιζόμενος τελειοῦται. Ὁ Ἅγιος Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται. Ὁ Ἅγιος Φίλιππος ξίφει τελειοῦται. Ὁ Ἅγιος Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται. Ὁ Ἅγιος Ἡσύχιος ἀπαγχονισθεὶς τελειοῦται. Ὁ Ἅγιος Λεωνίδης πυρὶ τελειοῦται. Ὁ Ἅγιος Εὐτύχιος σταυρωθεὶς τελειοῦται. Ὁ Ἅγιος Φιλάδελφος, λίθῳ τὸν τράχηλον βαρυνθείς, τελειοῦται. Ὁ Ἅγιος Μελάνιππος πυρὶ τελειοῦται. Ἡ Ἁγία Παρθαγάπη ἐν τῇ θαλάσσῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν δικαίων ἱερέων, Ἐλεαζάρου καὶ Φινεές, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀειθαλᾶ καὶ Ἀμμοῦν.