Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου.
Heiligenkalender

3/9/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζονος βληθείς, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων, ἐν ἀσβέστου βόθρῳ βληθείς, τελειοῦται. Ὁ ἅγιος μάρτυς Ἀρχοντίων λιμῷ τελειοῦται. Ὁ ἅγιος νεομάρτυς Πολύδωρος ὁ ἐν τῇ νέᾳ Ἐφέσῳ μαρτυρήσαςκατὰ τὸ 1794, ἀγχόνῃ τελειοῦται.