Προεόρτια τῆς Γεννήσεως τῆς Ὑπεραγίας Θεοτόκου, καὶ τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος.
Heiligenkalender

7/9/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Εὐόδου καὶ Ὀνησιφόρου. Ὁ Ἅγιος Εὐψύχιος ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζεται ἡ κοίμησις τοῦ Ὁσίου Λουκᾶ, τοῦ τῆς Λυκαόνων Ἐπαρχίας, τρίτου δὲ Ἡγουμένου τῆς Μονῆς τοῦ Σωτῆρος, τῆς ἐπιλεγομένης Βαθέος Ῥύακος.