Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας.

Heiligenkalender
September-30
  30/9/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ Λ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Μάρτυρος Στρατονίκου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Μαρδόνιος, ἄνθρακας ἐπὶ τοῦ ὀμφαλοῦ δεξάμενος τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι χίλιοι Μάρτυρες, ξίφει τελειοῦνται.