Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ.
Heiligenkalender
1/10/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ, τοῦ Ποιητοῦ τῶν Κοντακίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἓξ Ὀσιομαρτύρων ξίφει τελειωθέντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου. Ὁ Ὅσιος Ἰωάννης ὁ Κουκουζέλης ὁ ἡδύμολπος, ὁ ἐν τοῖς ὁρίοις τῆς ἐν τῷ Ἄθῳ μεγίστης Λαύρας ἀσκήσας, ἐν εἰρήνῃ τελειούται. Ὁ Ὅσιος Γρηγόριος ὁ Δομέστικος, ὁ ἐν τῇ αὐτῇ μεγίστῃ Λαύρᾳ τοῦ Ἄθου ἀσκήσας, καὶ ἒν χρυσοῦν νόμισμα παρὰ τῆς Θεοτόκου λαβών, ἐν εἰρήνῃ τελειοῦται.