Μνήμη τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ Βάκχου.
Heiligenkalender

7/10/2025
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μεγάλων Μαρτύρων, Σεργίου καὶ Βάκχου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰουλιανοῦ Πρεσβυτέρου, καὶ Καισαρίου Διακόνου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυχρονίου. Ὁ Ἁγιος Λεόντιος ὁ Ὑπατικός, τῷ Χριστῷ πιστεύσας καὶ ἐπευξάμενος, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι Μάρτυρες Εὐσέβιος Πρεσβύτερος καὶ Φῆλιξ ξίφει τελειοῦνται. Οἱ Ὅσιοι ἐνενήκοντα ἐννέα πατέρες, οἱ ἐν τῇ νήσῳ Κρήτη ἀσκήσαντες, ἐν εἰρήνῃ τελειοῦνται.