Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ.

Heiligenkalender
November-18
  18/11/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, ποῖον δεῖ σέβειν Θεόν, καὶ εἰπόν, τὸν Χριστόν, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου.