Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιού. Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.

Heiligenkalender
November-19
  19/11/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου προφήτου Ἀβδιού. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δώδεκα στρατιῶται ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡλιοδώρου, τοῦ ἐν Μαγιδῷ τῆς Παμφυλίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνθίμου, Θαλλελαίου, Χριστοφόρου, Εὐφημίας καὶ τῶν τέκνων αὐτῶν, καὶ τοῦ Ἁγίου Παγχαρίου.