Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης Μνήμην τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

Heiligenkalender
November-25
  25/11/2025

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.