ΙΒ´ Κυριακή Λουκά

Heiligenkalender
Evangelist_Lukas_Stavronikita_Mignature
Ἡμερομηνία: 19/1/2025

Βιβλικὰ Ἀναγνώσματα

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας

Ἐπὶ τὰς πηγάς

Κατεβᾶστε καὶ ἐκτυπῶστε τὸ ἔντυπο μὲ τὰ ἀναγνώσματα τῆς Ἀκολουθίας

 

Sprachewechsel

 

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


Κάθισμα Ἀναστάσιμον
Ἦχος πλ. α ́

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν
Αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκροὺς ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου καὶ ἰσχὺν διαβόλου· καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

Καταβασίαι τῆς Ὑπαπαντῆς
Ὠιδὴ α ́. Ἦχος γ ́

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ´

Τὸ στερέωμα, τῶν ἐπὶ Σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἢν ἐκτήσω, τῷ τιμίῳ Σου αἵματι.

ᾨδὴ δ´

Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή Σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός Σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης Σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς Σῆς αἰνέσεως.

ᾨδὴ ε´

Ὡς εἶδεν Ἠσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ‘ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

ᾨδὴ Ϛ´

Ἐβόησέ Σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη. Ἐκ Θεοῦ Χριστὲ Σὺ Θεός μου.

ᾨδὴ ζ´

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η´

Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς Ἦχος γ

Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ λήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε· καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ Φῶς τὸ ἀπρόσιτον.

Δοξαστικόν
Ἦχος πλ. δ ̓

Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς Σῆς, ὦ Ἰησοῦ· ἀλλ‘ ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί Σοι Χριστέ. Ἀλλ‘ὅμως κήρυξ πέμπεται τοῖς Σοῖς Μαθηταῖς, οἷ εὐαγγέλια ἔφησε, τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. Μεθ‘ ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας Σου, Δέσποτα Κύριε.

Ἀπολυτίκιον ἀναστάσιμον
Ἦχος πλ. α ́

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει Αὐτοῦ.

Ἀπολυτίκιον τοῦ Ὁσίου Ἦχος α ́
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε πατὴρ ἡμῶν Μακάριε· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών· θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἀπολυτίκιον τοῦ Ναοῦ
Ἦχος πλ. δ ́

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν

Κοντάκιον
Ἦχος α ́

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ Σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ‘ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

 

Πηγή: Ὁ Εὐαγγελιστὴς Λουκᾶς σὲ μινιατούρα χειρογράφου Τετρευάγγελου (κωδ. 43, φ. 12β) τῆς Ἱερᾶς Μονῆς Σταυρονικήτα τοῦ Ἁγίου Ὄρους, 10ος αἰ. (Πηγή: Γ. Χριστόπουλος, Οἱ Θησαυροὶ τῆς Ὀρθοδοξίας, τόμ. 1, 'Εκδοτικὴ Ἀθηνῶν, Ἀθήνα 2000, σ. 49.