Στ´ Κυριακὴ Ματθαίου

Heiligenkalender
Ἡμερομηνία: 20/7/2025

 Βιβλικὰ ἀναγνώσματα

Ἐπὶ τὰς Πηγάς

20η Ἰουλίου 2025: Στ´ Κυριακὴ Ματθαίου

Λειτουργικὰ κείμενα τῆς ἡμέρας


ΟΡΘΡΟΣ

Καθίσματα. Ἦχος πλ. α´

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν Ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν Αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε νεκροὺς ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ‘ αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα Σοι.

Ἦχος γʹ.

Ἠλιοὺ τὸν πυρίπνουν καὶ ζηλωτήν, τὸν θεόπτην καὶ Πρόδρομον τοῦ Χριστοῦ, δευτέρας ἐλεύσεως, καὶ τῆς πρώτης συνόμιλον· τὸν διʼ ὀρνέου ἕωθεν καὶ δείλης τρεφόμενον· καὶ ξενοτρόπῳ βρώσει τὴν χήραν ἐκτρέφοντα, καὶ τὸν ταύτης παῖδα ἐκ νεκρῶν ἀνιστῶντα· τὸν θῦμα καὶ σχίδακας, πυρὶ θείῳ ἀμπρήσαντα, ἐν ᾠδαῖς εὐφημήσωμεν, κραυγάζοντες αὐτῷ ἐκ ψυχῆς· Τῶν πταισμάτων δωρηθῆναι ἄφεσιν, ἡμῖν πρεσβεύοις Προφῆτα, τοῖς πόθῳ τιμῶσί σε.

Δόξα Πατρί...

Τὰ Ἰορδάνεια, διῆλθες ὕδατα, Ἠλία πρότερον, καὶ τότε ἅρματι, ἀνῆλθες ὡς εἰς οὐρανόν, ἐμφαίνων τι μυστήριον· ὅτι οὐδεὶς δύναται, ἀνελθεῖν εἰς οὐράνια, ἐκτὸς εἰμὴ πρότερον, μετανοίας τὰ ὕδατα, διέλθῃ καὶ ψυχὴν ἐκκαθάρῃ· ἧς σύμβολον ὁ Ἰορδάνης.

Εὐλογητάρια ἀναστάσιμα
Ἦχος πλ. α΄

Τῶν Ἀγγέλων ὁ δῆμος κατεπλάγη ὁρῶν Σε ἐν νεκροῖς λογισθέντα· τοῦ θανάτου δέ, Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

 Ἀναβαθμοί
Ἦχος πλ.α΄

Ἐν τῷ θλίβεσθαί με δαυϊτικῶς, ᾄδω Σοι Σωτήρ μου· Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

Ἁγίῳ Πνεύματι θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, Σὺ χρηστότης, Σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθείς, εὐχὰς ἀναπέμπω.

Κανὼν τοῦ Προφήτου
Ἦχος πλ. δ´

Προφήτα τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 

Νενεκρωμένην τὴν ψυχήν μου ζώωσον, ὡς τὸν τῆς χήρας υἱόν, καὶ ἀρεταῖς θείαις, Μάκαρ καταλάμπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς αἰωνιζούσης, τρυφῆς ἀνάδειξον μέτοχον, σοῦ κατατρυφᾶν ἐφιέμενον.

Προφήτα τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἐν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα· πῦρ γὰρ σιτιζόμενον, φλογί τε σπαργανούμενον, σὲ τεθέαται μάκαρ· διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρὸς αἰωνίζοντος.

Δόξα Πατρί...

Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς Μάκαρ, τῷ Κυρίῳ πάντοτε· διό με ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τὸ ἔνθεον πράττειν βούλημα, ἵνα σε γεραίρω σῳζόμενος.

Ἐξαποστειλάριον
Ἦχος β´

Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατʼ οὐσίαν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμμετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοιαν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ Σῇ ἐγέρσει.

Στιχηρὰ ἀναστάσιμα
Ἦχος πλ α´

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί Σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές Σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν καὶ τὸ μέγα ἔλεος.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας καὶ δεσμὰ διαῤῥήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς Σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα Σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Ἀπολυτίκιον Ἀναστάσιμον
Ἦχος πλ. α´

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει Αὐτοῦ.

Ἀπολυτίκιον τοῦ Προφήτου
Ἦχος δ´

Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

Ἀπολυτίκιον τοῦ Ναοῦ

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος β´

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

 

Previous MonthNext Month
Ιούλιος 2025
Κυρ Δευ Τρι Τετ Πεμ Παρ Σαβ

Ἀκολουθίες


Κοινωνικὰ δίκτυα


Facebook

- YouTube

Ἡ συμβολή σας


Μέ τήν ἱστορική γιά τόν Ἑλληνισμό στήν Αὐστρία σημασία καί τή πλούσια δραστηριότητα στό φιλαν-θρωπικό, ἀνθρωπιστικό καί πολιτιστικό ἐπίπεδο, ἡ Μη- τρόπολη Αὐστρίας στρέφε- ται σέ ἐσᾶς ἀναζητώντας ἐνίσχυση στό ἔργο της. 

Ἐνημερωθεῖτε!

Ὁ Θεός νά σᾶς εὐλογεῖ

Legetøj og BørnetøjTurtle
Cookies user preferences
We use cookies to ensure you to get the best experience on our website. If you decline the use of cookies, this website may not function as expected.
Accept all
Decline all
Read more
Analytics
Tools used to analyze the data to measure the effectiveness of a website and to understand how it works.
Google Analytics
Accept
Decline
Save