Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωαννικίου τοῦ Μεγάλου Μνήμη τῶν ἁγίων Ἱερομαρτύρων, Νικάνδρου, Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου.
Κατηγορία
Heiligenkalender
Date
4 Νοε 2026
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου τοῦ μεγάλου, τοῦ ἐν τῷ Ὀλύμπῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Νικάνδρου Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου, χειροτονηθέντων παρὰ τοῦ Ἁγίου Ἀποστόλου Τίτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πορφυρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ. Μνήμη τοῦ ἁγίου καὶ εὐσεβάστου βασιλέως, Ἰωάννου τοῦ Βατάτζη, τοῦ καὶ Ἐλεήμονος ἐπικληθέντος.



