Μνήμη τῶν Ἁγίων τεσσαράκοντα δύο Μαρτύρων τῶν ἐν τῷ Ἀμορίῳ, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καὶ τῆς συνοδίας αὐτῶν.
Κατηγορία
Heiligenkalender
Date
6 Μαρ 2027
Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν τῷ Ἀμορίῳ ἀθλησάντων, Θεοδώρου, Κωνσταντίνου, Καλλίστου, Θεοφίλου, Βασσώη καὶ τῶν σὺν αὐτοῖς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρκαδίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ θαυματουργοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάξιμος λιθοβοληθεὶς τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ τιμίου Σταυροῦ, ὑπὸ τῆς μακαρίας Ἑλένης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων ἥλων. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἰουλιανὸς καὶ Εὔβουλος ξίφει τελειοῦνται.



