Επιλέξτε τη γλώσσα σας

Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἰάσονος καὶ Σωσιπάτρου.

April-29
Κατηγορία
Heiligenkalender
Date

29 Απρ 2027

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ Σωσιπάτρου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἱ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ Βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσέβιος πυρὶ τελειοῦται. Ἅγιος Ἰωάννης ὁ Καλοκτένης, Μητροπολίτης Θηβῶν. Ὅσιοι Θεοχάρης καὶ Ἀπόστολος οἱ ἐν Ἄρτῃ.