Χρησιμοποιοποιώντας τὴν Ἰστοσελίδα τῆς Μητροπόλεως ἀποδέχεσθε σιωπηρῶς τοὺς ὅρους διαχείρισης προσωπικῶν δεδομένων.
Δισαρχιερατικὴ Θεία Λειτουργία ἐπὶ τῇ Ἑορτῇ τοῦ Ἁγίου Πνεύματος καὶ Κτητορικὸ Μνημόσυνο στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης.
Ἀρχιερατικὴ Θεία Λειτουργία καὶ Ἑσπερινὸς τῆς Γονυκλισίας ἐπὶ τῇ Ἑορτῇ τῆς Πεντηκοστῆς στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης
Ἀρχιερατικὴ Θεία Λειτουργία ἐπὶ τῇ πανηγύρει τῆς Ἐνορίας Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης στὸ Beloiannisz
Ἀρχιερατικὴ Θεία Λειτουργία στὴν Ἐνορία τοῦ Leoben
Ἀρχιερατικὴ Θεία Λειτουργία στὴν Ἱερὰ Μονὴ Ἁγίου Γεωργίου Ἐπανωσήφη Κρήτης

Ἔντυπο Συνδρομῆς πρὸς τὴ Μητρόπολη Αὐστρίας

Μόνο μὲ τὴ βοήθεια τῶν ἀνθρώπων καλῆς προθέσεως μπορεῖ ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας νὰ πραγματοποιήσει τὸ θεάρεστο ἔργο της,γιὰ τὴν ποιμαντική, κοινωνικὴ καὶ φιλανθρωπικὴ μέριμνα στὴν Αὐστρία καὶ τὴν Οὑγγαρία. Ὕστερα ἀπὸ παράκληση τῶν πιστῶν, ἡ Μητρόπολη Αὐστρίας δίδει σὲ κάθε ἐνδιαφερόμενο τὴν εὐκαιρία νὰ ἐνισχύσει τὴ δράση της καὶ νὰ γίνει χορηγὸς καὶ εὐεργέτης τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας. Ἡ συνδρομὴ αὐτὴ θὰ ἔχει μηνιαῖο χαρακτῆρα. Ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας εὐχαριστεῖ θερμὰ ὅσους συμβάλλουν στὴν ἐνίσχυση τοῦ ἔργου της καὶ εὔχεται πλουσία τὴ χάρη τοῦ Τριαδικοῦ Θεοῦ!
Ἔντυπο Συνδρομῆς

  • Εὐαγγέλια

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει οὖν εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπε δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾽ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε καὶ τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς· ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἔκραζον· ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ᾽ αὐτό, καθώς ἐστι γεγραμμένον· μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾽ ὅτε ἐδοξάσθη ὁ Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾽ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾽ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Ἰω 12,1-18

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904