Χρησιμοποιοποιώντας τὴν Ἰστοσελίδα τῆς Μητροπόλεως ἀποδέχεσθε σιωπηρῶς τοὺς ὅρους διαχείρισης προσωπικῶν δεδομένων.
Ἀρχιερατικὴ Θεία Λειτουργία τὴν Κυριακὴ τῶν Μυροφόρων στὸν Ἱερὸ Καθεδρικὸ Ναὸ Ἁγίας Τριάδος Βιέννης
Ἱερὰ Πανήγυρη τοῦ Ἱστορικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Γεωργίου Βιέννης
Δισαρχιερατικὴ Θεία Λειτουργία τὴν Κυριακὴ τοῦ Θωμᾶ στὴν οὐκρανόφωνη ἐνορία Ἁγίας Σκέπης στὸ Perchtoldsdorf
Πατριαρχικὴ Ἀπόδειξις ἐπὶ τῷ Ἁγίῳ Πάσχα 2026
Αὐστρίας Ἀρσένιος: Ἡ Εἰρήνη γεννιέται ἀπὸ τὴ μεταμόρφωση τῆς καρδιᾶς

Ἔντυπο Συνδρομῆς πρὸς τὴ Μητρόπολη Αὐστρίας

Μόνο μὲ τὴ βοήθεια τῶν ἀνθρώπων καλῆς προθέσεως μπορεῖ ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας νὰ πραγματοποιήσει τὸ θεάρεστο ἔργο της,γιὰ τὴν ποιμαντική, κοινωνικὴ καὶ φιλανθρωπικὴ μέριμνα στὴν Αὐστρία καὶ τὴν Οὑγγαρία. Ὕστερα ἀπὸ παράκληση τῶν πιστῶν, ἡ Μητρόπολη Αὐστρίας δίδει σὲ κάθε ἐνδιαφερόμενο τὴν εὐκαιρία νὰ ἐνισχύσει τὴ δράση της καὶ νὰ γίνει χορηγὸς καὶ εὐεργέτης τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας. Ἡ συνδρομὴ αὐτὴ θὰ ἔχει μηνιαῖο χαρακτῆρα. Ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας εὐχαριστεῖ θερμὰ ὅσους συμβάλλουν στὴν ἐνίσχυση τοῦ ἔργου της καὶ εὔχεται πλουσία τὴ χάρη τοῦ Τριαδικοῦ Θεοῦ!
Ἔντυπο Συνδρομῆς

  • Ἀπόστολοι

Προκείμενον. Ἦχος πλ. α´
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν.
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.

Ἐκ τῶν Πράξεων τῶν Ἀποστόλων

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔκρινεν ὁ Παῦλος παραπλεῦσαι τὴν ῎Εφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς ῾Ιεροσόλυμα. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς ῎Εφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ῞Αγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου· καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος Αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι Αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.

Πράξ. 20,16–18. 28–36

Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904