Ἔντυπο Συνδρομῆς πρὸς τὴ Μητρόπολη Αὐστρίας
Μόνο μὲ τὴ βοήθεια τῶν ἀνθρώπων καλῆς προθέσεως μπορεῖ ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας νὰ πραγματοποιήσει τὸ θεάρεστο ἔργο της,γιὰ τὴν ποιμαντική, κοινωνικὴ καὶ φιλανθρωπικὴ μέριμνα στὴν Αὐστρία καὶ τὴν Οὑγγαρία. Ὕστερα ἀπὸ παράκληση τῶν πιστῶν, ἡ Μητρόπολη Αὐστρίας δίδει σὲ κάθε ἐνδιαφερόμενο τὴν εὐκαιρία νὰ ἐνισχύσει τὴ δράση της καὶ νὰ γίνει χορηγὸς καὶ εὐεργέτης τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας. Ἡ συνδρομὴ αὐτὴ θὰ ἔχει μηνιαῖο χαρακτῆρα. Ἡ Ἱερὰ Μητρόπολις Αὐστρίας εὐχαριστεῖ θερμὰ ὅσους συμβάλλουν στὴν ἐνίσχυση τοῦ ἔργου της καὶ εὔχεται πλουσία τὴ χάρη τοῦ Τριαδικοῦ Θεοῦ!
Ἔντυπο Συνδρομῆς
Εὐαγγελικὸ ἀνάγνωσμα τῆς Ζ´ Κυριακῆς Ματθαίου (Μτθ. 9,27–35)
Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Τῷ καιρῷ ἐκείνῳ παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες · Ἐλέησον ἡμᾶς, υἱὲ Δαυῒδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον Αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δὲ ἐξελθόντες διεφήμισαν Αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες· Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς Βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Μτθ. 9,27–35
Πηγή: Ἡ Καινὴ Διαθήκη ἐγκρίσει τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Ἐπιμ. Β. Ἀντωνιάδου, Ἐν Κωνσταντινουπόλει 1904
